Add parallel Print Page Options

40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ [a]γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 41 [b]καὶ [c]ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα [d]αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· 42 καὶ [e]εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ [f]εὐθὺς ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω [g]ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν [h]πάντοθεν.

Καὶ [i]εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ [j]ἡμερῶν ἠκούσθη ὅτι [k]ἐν οἴκῳ ἐστίν· [l]καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται [m]φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. καὶ μὴ δυνάμενοι [n]προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον [o]ὅπου ὁ παραλυτικὸς κατέκειτο. [p]καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, [q]ἀφίενταί σου αἱ [r]ἁμαρτίαι. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτως λαλεῖ; [s]βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; καὶ [t]εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [u]οὕτως διαλογίζονται ἐν ἑαυτοῖς [v]λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· [w]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [x]Ἔγειρε καὶ ἆρον [y]τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [z]ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, [aa]ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη [ab]καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν [ac]ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι [ad]Οὕτως οὐδέποτε εἴδομεν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:40 γονυπετῶν WH ] + καὶ NIV; αὐτὸν καὶ Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 ὀργισθεὶς Holmes WHmarg ] σπλαγχνισθεὶς WH Treg NIV RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 αὐτοῦ ἥψατο WH Treg NIV ] ἥψατο αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:42 εὐθὺς WH Treg NIV ] εἰπόντος αὐτοῦ εὐθέως RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 ἐπ᾽ WH Treg NIV ] ἐν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 πάντοθεν WH Treg NIV ] πανταχόθεν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 εἰσελθὼν WH Treg NIV ] εἰσῆλθεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἡμερῶν WH Treg NIV ] + καὶ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἐν οἴκῳ WH Treg NIV ] εἰς οἶκόν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:2 καὶ WH NIV ] + εὐθέως Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:3 φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἁμαρτίαι WH Treg NIV ] + σου RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:7 βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 οὕτως WH Treg NIV ] + αὐτοὶ RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 λέγει WH Treg NIV ] εἶπεν RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP